Αναγνώστες

TO E-MAIL ΜΟΥ

ΑΥΤΗ ΕΙΝΑΙ Η ΗΛΕΚΤΡΟΝΙΚΗ ΔΙΕΥΘYΝΣΗ ΠΟΥ ΜΠΟΡΕΙΤΕ ΝΑ ΑΦΗΝΕΤΕ ΤΑ ΜΗΝΥΜΑΤΑ ΣΑΣ:



thanosthundercats@yahoo.gr

ΡΑΔΙΟΦΩΝΙΚΟΙ ΣΤΑΘΜΟΙ

ΡΑΔΙΟΦΩΝΙΚΟΙ ΣΤΑΘΜΟΙ
ΠΑΤΗΣΤΕ ΚΑΤΑΛΟΓΟΣ ΚΑΙ ΔΙΑΛΕΞΤΕ ΟΠΟΙΟΝ ΣΤΑΘΜΟ ΘΕΛΕΤΕ.

ΧΡΥΣΟΣ ΟΔΗΓΟΣ Ο.Τ.Ε.

Παρασκευή 28 Μαΐου 2010

ΤΟ ΠΡΟΠΑΤΟΡΙΚΟ ΑΜΑΡΤΗΜΑ ΜΕΡΟΣ 1ο

Ποια πιστεύετε ότι ήταν η αιτία που φύγαμε από τον Παράδεισο;

Είναι ο Θεός τόσο άσπλαχνος που για ένα λάθος που κάναμε θα μας έδιωχνε από τον Παράδεισο χωρίς δεύτερη ευκαιρία;

Γιατί να την πληρώνουμε όλοι για τον Αδάμ και την Εύα;

Έπρεπε να φύγουμε από τον Παράδεισο ή να μέναμε εκεί;

Υπάρχει ελπίδα να σωθούμε;l

Αυτά και αλά πολλά αγαπητοί μου φίλοι μπορεί να ρωτήσει ένας που έχει περιέργεια για το θέμα που θα συζητήσουμε στη συνέχεια.

Καταρχήν ας διαβάσουμε το πρωτότυπο κείμενο του βιβλίου της ΓΕΝΝΕΣΙΣ του Μωυσή και Μετά ξανασυζητάμε:



Ο δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; 2 καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ παραδείσου φαγούμεθα, 3 ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ, οὐ δὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. 4 καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ ἀποθανεῖσθε· 5 ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. 6 καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾿ αὐτῆς, καὶ ἔφαγον. 7 καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. 8 Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. 9 καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν ᾿Αδὰμ καὶ εἶπεν αὐτῷ· ᾿Αδάμ, ποῦ εἶ; 10 καὶ εἶπεν αὐτῷ· τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. 11 καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες; 12 καὶ εἶπεν ὁ ᾿Αδάμ· ἡ γυνή, ἣν ἔδωκας μετ᾿ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. 13 καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. 14 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. 15 καὶ ἔχθραν θήσω



ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. 16 καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. 17 τῷ δὲ ᾿Αδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 18 ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. 19 ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς γὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· 20 καὶ ἐκάλεσεν ᾿Αδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. 21 Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ ᾿Αδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς. 22 καὶ εἶπεν ὁ Θεός· ἰδοὺ ᾿Αδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. 23 καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. 24 καὶ ἐξέβαλε τὸν ᾿Αδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ρομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.


Το κείμενο για λόγους συντομίας δε θα το μεταφράσουμε οπότε θα ξεκινήσουμε κατευθείαν την ανάλυση για να απαντήσω στα επί μέρους θέματα που αναθέσαμε στην αρχή της αναρτήσεως.

Αν πάρουμε από την αρχή τα πράγματα βλέπουμε τον Θεό να φτιάχνει τον άνθρωπο και στη συνέχει να του δίνει την Γυναίκα αμέσως Μέτα βλέπουμε ο Θεός να τους ευλογεί και να τους λέει αυξάνεστε και πληθύνεστε και κατακυριεύσατε την Γη. Αν και αυτή η φράση είναι από προηγούμενο κεφάλαιο πριν το προπατορικό αμάρτημα την ανάφερα για να εξηγήσω σε αυτούς που λένε γιατί να την πλήρωνουμε εμείς για το λάθος των Πρωτόπλαστων;

Αυτό έγινε επειδή η Πάλαια Διαθήκη μιλάει συμβολίζαμε Αδάμ και η Εύα ήταν μεν οι πρώτοι άνθρωποι, αλά εφόσον ο Κύριος τους ευλόγησε να αυξηθούν σίγουρα θα υπήρχαν και άλλοι άνθρωποι μαζί τους στον Παράδεισο. Οπότε οι δύο αυτοί συμβολίζουν όλο το ανθρώπινο είδος και θα το τεκμηριώσω στη συνεχεία αυτό…

ΣΥΝΕΧΙΖΕΤΕ